1 Thessalonians 5 — SBL See Hebrew/Greek in BSB → 5Verse 1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,Verse 2αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ⸀ὅτι+ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.Verse 3⸀ὅταν+λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.Verse 4ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτης+καταλάβῃ,Verse 5πάντες ⸀γὰρ+ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·Verse 6ἄρα οὖν μὴ καθεύδωμεν ⸀ὡς+οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.Verse 7οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·Verse 8ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·Verse 9ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,Verse 10τοῦ ἀποθανόντος ⸀περὶ+ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.Verse 11διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.Verse 12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,Verse 13καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ+ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς+Verse 14παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.Verse 15ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε+εἰς ἀλλήλους καὶ εἰς πάντας.Verse 16πάντοτε χαίρετε,Verse 17ἀδιαλείπτως προσεύχεσθε,Verse 18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.Verse 19τὸ πνεῦμα μὴ σβέννυτε,Verse 20προφητείας μὴ ἐξουθενεῖτε·Verse 21πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,Verse 22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.Verse 23Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.Verse 24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.Verse 25Ἀδελφοί, ⸀προσεύχεσθε+περὶ ἡμῶν.Verse 26ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.Verse 27⸀ἐνορκίζω+ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς+ἀδελφοῖς.Verse 28ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ⸀ὑμῶν+‘p /’ ‘/book’ Chapter 4 2 Thessalonians 1
1 Thessalonians 5 — SBL
See Hebrew/Greek in BSB →