Zephaniah 3 — BRE
3Verse 1Ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη πόλις,Verse 2ἡ περιστερὰ οὐκ εἰσήκουσε φωνῆς· οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει, καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν.Verse 3Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τοπρωΐ.Verse 4Οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσι νόμον.Verse 5Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς, καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει κρίμα αὐτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη, καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νεῖκος ἀδικίαν.Verse 6Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τοπαράπαν, τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, παρὰ τὸ μηδένα ὑπάρχειν, μηδὲ κατοικεῖν.Verse 7Εἶπα, πλὴν φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς πάντα ὅσα ἐξεδίκησα ἐπʼ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.Verse 8Διατοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διὸ τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέκασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπʼ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.Verse 9Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.Verse 10Ἐκ περάτων ποταμῶν Αἰθιοπίας· προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι.Verse 11Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς, τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.Verse 12Καὶ ὑπολήψομαι ἐν σοὶ λαὸν πρᾳῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος ΚυρίουVerse 13οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται, καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.Verse 14Χαῖρε θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου θύγατερ Ἱερουσαλήμ.Verse 15Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.Verse 16Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ, θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου.Verse 17Κύριος ὁ Θεός σου ἐν σοὶ, ὁ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ δὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ· καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.Verse 18Καὶ συνάξω τοὺς συντετριμμένους σου· οὐαὶ, τίς ἔλαβεν ἐπʼ αὐτὴν ὀνειδισμόν;Verse 19Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἔνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.Verse 20καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξομαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.