Wisdom of Solomon 11 — BRE

11Verse 1Εὐωδώσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.Verse 2Διώδευσαν ἔρημον ἀοίκητον, καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς.Verse 3Ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.Verse 4Ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ, καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.Verse 5Διʼ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.Verse 6Ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντεςVerse 7εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως·Verse 8δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.Verse 9Ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο.Verse 10Τούτους μὲν γὰρ ὡς πατὴρ νουθεντῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.Verse 11Καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο.Verse 12Διπλῆ γὰρ αὐτοὺς ἔλαβε λύπη, καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.Verse 13Ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτοὺς, ᾔσθοντο τοῦ Κυρίου.Verse 14Τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες.Verse 15Ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζώων εἰς ἐκδίκησιν,Verse 16ἵνα γνῶσιν ὅτι διʼ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.Verse 17Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης, ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων, ἢ θρασεῖς λέοντας,Verse 18ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους, ἤτοι πυρπνόον φυσῶντας ἆσθμα, ἢ βρόμους λικμωμένους καπνοῦ, ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας·Verse 19ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρίψαι αὐτοὺς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.Verse 20Καὶ χωρὶς δὲ τούτων, ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες, καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.Verse 21Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τις ἀντιστήσεται;Verse 22Ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου, καὶ ὡς ῥανὶς δρόσον ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.Verse 23Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.Verse 24Ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας, οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας.Verse 25Πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἐθέλησας; ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;Verse 26Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι, δέσποτα φιλόψυχε.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?