Tobit 8 — BRE

8Verse 1Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν.Verse 2Ὁ δὲ πορεύομενος ἐμνήσθη τῶν λόγων Ῥαφαὴλ, καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ, καὶ ἐκάπνισεν.Verse 3Ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.Verse 4Ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης, καὶ εἶπεν, ἀνάστηθι ἀδελφὴ, καὶ προσευξώμεθα ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος.Verse 5Καὶ ἤρξατο Τωβίας λέγειν, εὐλογητὸς εἶ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ, καὶ πᾶσαι αἱ κτίσεις σου.Verse 6Σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὖαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα· σὺ εἶπας, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.Verse 7Καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπʼ ἀληθείας ἐπίταξον ἐλεῆσαί με, καὶ αὐτῇ συγκαταγηρᾶσαι.Verse 8Καὶ εἶπε μετʼ αὐτοῦ, ἀμήν.Verse 9Καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα· καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη, καὶ ὤρυξε τὰφον,Verse 10λέγων, μὴ καὶ οὗτος ἀποθάνῃ;Verse 11Καὶ ἦλθε Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ,Verse 12καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ, ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μὴ, ἵνα θάψωμεν αὐτὸν, καὶ μηδεὶς γνῷ.Verse 13Καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν, καὶ εὗρε τοὺς δύο καθεύδοντας,Verse 14καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ.Verse 15Καὶ εὐλόγησε Ῥαγουὴλ τὸν Θεὸν, λέγων, εὐλογητὸς εἶ σὺ ὁ Θεὸς ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ· καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου, καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου, καὶ οἱ ἐκλεκτοί σου· εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.Verse 16Εὐλογητὸς εἶ, ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.Verse 17Εὐλογητὸς εἶ, ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετʼ εὐφροσύνης καὶ ἐλέους.Verse 18Ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον.Verse 19Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων.Verse 20Καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ, πρινὴ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου, ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου,Verse 21καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθʼ ὑγείας πρὸς τὸν πατέρα, καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω, καὶ ἡ γυνή μου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?