Tobit 14 — BRE
14Verse 1Καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ. Καὶ ἦν ἐτῶν πεντηκονταοκτὼ,Verse 2ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε· καὶ ἐποίει ἐλεημοσύνας· καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν, καὶ ἐξωμολογεῖτο αὐτῷ.Verse 3Μεγάλως δὲ ἐγήρασε· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τέκνον, λάβε τοὺς υἱούς σου, ἰδοὺ γεγήρακα, καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῇν εἰμι.Verse 4Ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνὰς ὁ προφήτης περὶ Νινευὴ, ὅτι καταστραφήσεται· ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ· καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς· καὶ Ἱεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται, καὶ ἔρημος ἔσται μέχρι χρόνου.Verse 5Καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ Θεὸς, καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν, καὶ οἰκοδομήσουσιν Ἱερουσαλὴμ ἐντίμως· καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται ἐνδόξως, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται.Verse 6Καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν, καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν,Verse 7καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον· καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ· καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.Verse 8Καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευὴ, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνάς.Verse 9Σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα, καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ.Verse 10Καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετʼ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή· τεκνον, ἴδε τί ἐποίησεν Ἀμὰν Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ· Ἀμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα, καὶ ἀπώλετο.Verse 11Καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ δικαιοσύνη ῥύεται· καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ἡ ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ· καὶ ἔθαψαν αὐτὸν ἐνδόξως.Verse 12Καὶ ὅτε ἀπέθανεν Ἄννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ. Ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ,Verse 13καὶ ἐγήρασεν ἐντίμως· καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως, καὶ ἐκληρονόμησε τὴν οὐσίαν, καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ.Verse 14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἱκοσιεπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας.Verse 15Καὶ ἤκουσε πρὶνὴ ἀποθανεῖν αὐτὸν, τὴν ἀπώλειαν Νινευὴ, ἣν ᾐχμαλώτισεν Ναβουχοδονόσορ, καὶ Ἀσύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή.