Sirach 41 — BRE

41Verse 1Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν;Verse 2Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν.Verse 3Μὴ εὐλαβοῦ κρίμα θανάτου· μνήσθητι προτέρων σου καὶ ἐσχάτων, τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί.Verse 4Καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου; εἴτε δέκα, εἴτε ἑκατὸν, εἴτε χίλια ἔτη· οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.Verse 5Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν.Verse 6Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.Verse 7Πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι διʼ αὐτὸν ὀνειδισθήσονται.Verse 8Οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Θεοῦ ὑψίστου.Verse 9Καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε· καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.Verse 10Πάντα ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται· οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλείαν.Verse 11Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν, ἐξαλειφθήσεται.Verse 12Φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ, ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου.Verse 13Ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμένει.Verse 14Παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα, σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;Verse 15Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.Verse 16Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλὸν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.Verse 17Αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους·Verse 18ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας· ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς·Verse 19καὶ ἀπὸ ἀληθείας Θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτοις· ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως,Verse 20καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς· ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,Verse 21καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς· ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,Verse 22ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι, μὴ ὀνείδιζε.Verse 23Ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων·Verse 24καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου·
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?