Sirach 25 — BRE

25Verse 1Ἐν τρισὶν ὡραΐσθην, καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συπεριφερόμενοι.Verse 2Τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου, καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.Verse 3Ἐν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;Verse 4Ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλην;Verse 5Ὡς ὡραία γερόντων σοφία, καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.Verse 6Στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.Verse 7Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν.Verse 8Μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ.Verse 9Μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων.Verse 10Ὡς μέγας ὁ εὑρὼν σοφίαν, ἀλλʼ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον.Verse 11Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται;Verse 13Πᾶσαν πληγήν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός·Verse 14πᾶσαν ἐπαγωγήν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.Verse 15Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ.Verse 16Συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω, ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.Verse 17Πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς, καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς σάκκον.Verse 18Ἀναμέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά.Verse 19Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.Verse 20Ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου· οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.Verse 21Μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.Verse 22Ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη, γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.Verse 23Καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.Verse 24Ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ διʼ αὐτὴν ἀποθνήσκομεν πάντες.Verse 25Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πωνηρᾷ ἐξουσίαν.Verse 26Εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?