Sirach 23 — BRE

23Verse 1Κύριε πάτερ καὶ δέσποτα ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν, μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς.Verse 2Τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας; ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται, καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν,Verse 3ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν, καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων, καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου.Verse 4Κύριε πάτερ καὶ Θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι,Verse 5καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπʼ ἐμοῦ.Verse 6Κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. ΠΑΙΔΕΙΑ ΣΤΟΜΑΤΟΣ.Verse 7Παιδείαν στόματος ἀκούσατε τέκνα, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ ἐν τοῖς χείλεσιν αὐτοῦ.Verse 8Καταλειφθήσεται ἁμαρτωλὸς, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς.Verse 9Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.Verse 10Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως ὁ καὶ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.Verse 11Ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ, κᾄν ὑπερίδῃ, ἥμαρτε δισσῶς· καὶ εἰ διακενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.Verse 12Ἔστι λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.Verse 13Ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου, ἔστι γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.Verse 14Μνήσθητι πατρὸς καὶ μητρός σου, ἀναμέσον γὰρ μεγιστάνων συνεδρεύεις· μήποτʼ ἐπιλάθῃ ἐνώπιον αὐτῶν, καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ.Verse 15Ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.Verse 16Δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῆ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ.Verse 17Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδὺς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ.Verse 18Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ, τίς μὲ ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαι; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος·Verse 19καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ· καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων, καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.Verse 20Πρινὴ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.Verse 21Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε πιασθήσεται.Verse 22Οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου.Verse 23Πρῶτον μὲν γὰρ ἐν νόμῳ ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησε, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.Verse 24Αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται, καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται.Verse 25Οὐ διαδώσουσι τὰ τέκνα αὐτῆς εἰς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσι καρπόν.Verse 26Καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται.Verse 27Καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες, ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου, καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?