Tools
Commentary

Psalms 53 — BRE

See Hebrew/Greek in BSB →

53Verse 1Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ,Verse 2ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν;Verse 3Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.Verse 4Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.Verse 5Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· διάψαλμα.Verse 6Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.Verse 7Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.Verse 8Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε, ὅτι ἀγαθόν.Verse 9Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?