Tools
Commentary

Psalms 28 — BRE

See Hebrew/Greek in BSB →

28Verse 1Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς.Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν,Verse 2ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.Verse 3Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.Verse 4Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.Verse 5Φωνὴ Κυρίου συντρίβοντος κέδρους, συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,Verse 6Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.Verse 7Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.Verse 8Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συνσσείσει Κύριος τὴν ἔρημον Κάδης.Verse 9Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.Verse 10Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.Verse 11Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?