Tools
Commentary

Psalms 142 — BRE

See Hebrew/Greek in BSB →

142Verse 1Ψαλμὸς τῷ Δαυὶδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδιώκει.Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.Verse 2Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Verse 3Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος,Verse 4καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.Verse 5Ἐμνήσθην ἡμερῶν ἀρχαίων· καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.Verse 6Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.Verse 7Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.Verse 8Ἀκουστὸν ποίησόν μοι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.Verse 9Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.Verse 10Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι Θεός μου εἶ σὺ, τὸ πνεῦμά σου τὸ ἁγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ.Verse 11Ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.Verse 12Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι δοῦλός σου εἰμὶ ἐγώ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?