Psalms 101 — BRE
101Verse 1Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.Verse 2Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.Verse 3Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον πρὸς μὲ τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.Verse 4Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.Verse 5Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.Verse 6Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.Verse 7Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ.Verse 8Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.Verse 9Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.Verse 10Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,Verse 11ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με.Verse 12Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κᾀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.Verse 13Σὺ δέ Κύριε εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.Verse 14Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.Verse 15Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.Verse 16Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου.Verse 17Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.Verse 18Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.Verse 19Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.Verse 20Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε,Verse 21τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,Verse 22τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ·Verse 23ἐν τῷ συναχθῆναι λαοὺς ἐπιτοαυτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ.Verse 24Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·Verse 25μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.Verse 26Κατʼ ἀρχὰς τὴν γῆν σὺ Κύριε ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.Verse 27Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.Verse 28Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν·Verse 29Οἱ υἱοῖ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.