Prayer of Manasseh 1 — BRE
1Verse 1ΚΥΡΙΕ παντοκράτωπ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν τοῦʼ Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου.Verse 2Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν πάντι τῷ κόσμῳ αὐτῶν.Verse 3Ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου·Verse 4ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου,Verse 5ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου·Verse 6ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου·Verse 7σὺ γὰρ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος, μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Σὺ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν καὶ ἄφεσιν τοῖς ἡμαρτηκόσιν σοι, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν.Verse 8Σὺ οὖν, Κύριε, ὁ Θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι,Verse 9Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου,Verse 10κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ εἰς τὸ μὴ ἀνανεῦσαι τὴν κεφαλήν μου, καὶ οὐκ ἔστιν μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου καὶ μὴ φυλάξας τὰ προστάγματά σου, στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.Verse 11Καὶ νῦν κλίνω γόνυ καρδίας μου δεόμενος τῆς παθὰ σοῦ χρηστότητος· ἡμάρτηκα,Verse 12Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω. Ἀλλʼ αἰτοῦμαι δεόμενός σου· ἄνες μοι,Verse 13Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μαι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς, διότι σὺ εἶ Θεὸς, Θεὶς τῶν μετανοούντων.Verse 14Καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τῆν ἀγαθωσύνην σου, ὁτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου.Verse 15Καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου, ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστὶν ἡ δόξα εἰς τοὺς αἰῶναι. Ἀμήν