Numbers 34 — BRE
34Verse 1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 2ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναὰν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.Verse 3Καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς Λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδὼμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν.Verse 4Καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ Λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν, καὶ παρελεύσεται Ἐννὰκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς Λίβα Κάδης τοῦ Βαρνὴ, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ, καὶ παρελεύσεται Ἀσεμωνᾶ.Verse 5Καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάῤῥουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.Verse 6Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.Verse 7Καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βοῤῥᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος.Verse 8Καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἐμὰθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ.Verse 9Καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνὰ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ Βοῤῥᾶ.Verse 10Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπεφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγὰς, και καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.Verse 11Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.Verse 12Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή· αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.Verse 13Καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.Verse 14Ὅτι ἔλαβε φυλὴ υἱῶν Ῥουβὴν, καὶ φυλὴ υἱῶν Γὰδ κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν.Verse 15Δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ Νότου κατʼ ἀνατολάς.Verse 16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.Verse 18Καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.Verse 19Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή.Verse 20Τῆς φυλῆς Συμεὼν, Σαλαμιὴλ υἱὸς Σεμιούδ.Verse 21Τῆς φυλῆς Βενιαμὶν, Ἐλδὰδ υἱὸς Χασλών·Verse 22Τῆς φυλῆς Δὰν, ἄρχων Βακχὶρ υἱὸς Ἐγλί.Verse 23Τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ, ἄρχων Ἀνιὴλ υἱὸς Σουφί.Verse 24Τῆς φυλῆς υἱῶν Ἐφραὶμ, ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν.Verse 25Τῆς φυλῆς Ζαβουλὼν, ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ.Verse 26Τῆς φυλῆς υἱῶν Ἰσσάχαρ, ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ.Verse 27Τῆς φυλῆς υἱῶν Ἀσὴρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί.Verse 28Τῆς φυλῆς Νεφθαλὶ, ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ.Verse 29Τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.