Numbers 13 — BRE
13Verse 1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ἀπόστειλον σεαυτῷ ἄνδρας,Verse 2καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτοὺς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.Verse 3Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.Verse 4Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβὴν, Σαμουὴλ υἱὸς Ζαχούρ.Verse 5Τῆς φυλῆς Συμεὼν, Σαφὰτ υἱὸς Σουρί.Verse 6Τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή.Verse 7Τῆς φυλῆς Ἰσσάχαρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ.Verse 8Τῆς φυλῆς Ἐφραὶμ, Αὐσὴ υἱὸς Ναυή.Verse 9Τῆς φυλῆς Βενιαμὶν, Φαλτὶ υἱὸς Ῥαφοῦ.Verse 10Τῆς φυλῆς Ζαβουλὼν, Γουδιὴλ υἱὸς Σουδί.Verse 11Τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσί.Verse 12Τῆς φυλῆς Δὰν, Ἀμιὴλ υἱὸς Γαμαλί.Verse 13Τῆς φυλῆς Ἀσὴρ, Σαθοὺρ υἱὸς Μιχαήλ.Verse 14Τῆς φυλῆς Νεφθαλὶ, Ναβὶ υἱὸς Σαβί.Verse 15Τῆς φυλῆς Γὰδ, Γουδιὴλ υἱὸς Μακχί.Verse 16Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν.Verse 17Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,Verse 18καὶ ὄψεσθε τὴν γῆν τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπʼ αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενὴς, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί.Verse 19Καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπʼ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις.Verse 20Καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη· εἰ ἔστιν ἐν αὐτῇ δένδρα, ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι, ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.Verse 21Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ῥοὸβ, εἰσπορευομένων Αἰμάθ.Verse 22Καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον, καὶ ἀπῆλθον ἕως Χεβρὼν, καὶ ἐκεῖ Ἀχιμὰν, καὶ Σεσσὶ, καὶ Θελαμὶ, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἐπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.Verse 23Καὶ ἤλθοσαν ἕως φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπʼ αὐτοῦ, καὶ ᾖραν αὐτὸν ἐπʼ ἀναφορεύσι, καὶ ἀπὸ τῶν ῥοῶν, καὶ ἀπὸ τῶν συκῶν.Verse 24Καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ.Verse 25Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας.Verse 26Καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς,Verse 27καὶ διηγήσαντο αὐτῷ, καὶ εἶπαν, ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ οὗτος ὁ καρπὸς αὐτῆς.Verse 28Ἀλλʼ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπʼ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα· καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ.Verse 29Καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς Νότον· καὶ ὁ Χετταῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Ἀμοῤῥαῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ· καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν, καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν.Verse 30Καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν, καὶ εἶπεν αὐτῷ, οὐχὶ, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα, καὶ κατακληρονομήσομεν αὐτὴν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.Verse 31Καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετʼ αὐτοῦ, εἶπαν, οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον.Verse 32Καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες, τὴν γῆς ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις.Verse 33Καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.