Leviticus 7 — BRE
7Verse 1Καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν.Verse 2Ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν τῆς πλημμελείας ἔναντι Κυρίου· καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ·Verse 3Καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπʼ αὐτοῦ, καὶ τὴν ὀσφὺν, καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,Verse 4καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά.Verse 5Καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί.Verse 6Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά· ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν.Verse 7Ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας· νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.Verse 8Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς προσφέρει αὐτὸς, αὐτῷ ἔσται.Verse 9Καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπʼ ἐσχάρας, ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτὴν, αὐτῷ ἔσται.Verse 10Καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ, καὶ μὴ ἀναπεποιημένη, πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται, ἑκάστῳ τὸ ἶσον.Verse 11Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ.Verse 12Ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ.Verse 13Ἐπʼ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου.Verse 14Καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ· τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται.Verse 15Καὶ τὰ κρέα θυαίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπʼ αὐτοῦ εἰς τὸ πρωΐ.Verse 16Καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον.Verse 17Καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.Verse 18Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό· οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπʼ αὐτοῦ, τὴν ἁμαρτίαν λήψεται.Verse 19Καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται· πᾶς καθαρὸς φάγεται κρέα.Verse 20Ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπʼ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.Verse 21Καὶ ἡ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτω ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.Verse 22Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 23λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, πᾶν στέαρ βοῶν, καὶ προβάτων, καὶ αἰγῶν οὐκ ἔδεσθε.Verse 24Καὶ στέαρ θνησιμαίων καὶ θηριαλώτων ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται.Verse 25Πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει ἀπʼ αὐτῶν κάρπωμα Κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.Verse 26Πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν, ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν.Verse 27Πᾶσα ψυχὴ ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.Verse 28Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 29καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ὁ προσφέρων θυσίαν σωτηρίου, οἴσει τὸ δῶρον αὐτοῦ Κυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου.Verse 30Αἱ χεῖρες αὐτοῦ προσοίσουσι τὰ καρπώματα Κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου, καὶ τὸν λοβὸν τοῦ ἥπατος προσοίσει αὐτὰ, ὥστε ἐπιτιθέναι δόμα ἔναντι Κυρίου.Verse 31Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου· καὶ ἔσται τὸ στηθύνιον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ.Verse 32Καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν.Verse 33Ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου, καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν Ἀαρὼν, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι.Verse 34Τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ.Verse 35Αὕτη ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων Κυρίου, ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ Κυρίῳ,Verse 36καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν Ἰσραὴλ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν.Verse 37Οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων, καὶ θυσίας, καὶ περὶ ἁμαρτίας, καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως, καὶ τῆς θυσίας τοῦ σωτηρίου,Verse 38ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινᾷ, ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ.