Leviticus 27 — BRE
27Verse 1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,Verse 2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς, ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ,Verse 3ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς, ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ·Verse 4Τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα.Verse 5Ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα· τῆς δὲ θηλείας, δέκα δίδραχμα.Verse 6Ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα· τῆς δὲ θηλείας, τρία δίδραχμα ἀργυρίου.Verse 7Ἐὰν δὲ ἀπὸ ἑξήκοντα ἐτῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ αὐτοῦ πεντεκαίδεκα δίδραχμα ἀργυρίου· ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.Verse 8Ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως· καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.Verse 9Ἐὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ Κυρίῳ, ἔσται ἅγιον.Verse 10Οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.Verse 11Ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον, ἀφʼ ὧν οὐ προσφέρεται ἀπʼ αὐτῶν δῶρον τῷ Κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως,Verse 12καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀναμέσον καλοῦ καὶ ἀναμέσον πονηροῦ· καὶ καθότι ἂν τιμήσηται αὐτὸ ὁ ἱερεὺς, οὕτω στήσεται.Verse 13Ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτὸ, προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ.Verse 14Καὶ ἄνθρωπος ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ Κυρίῳ, καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀναμέσον καλῆς καὶ ἀναμέσον πονηρᾶς· ὡς ἂν τιμήσηται αὐτὴν ὁ ἱερεὺς, οὕτω σταθήσεται.Verse 15Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπʼ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ.Verse 16Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ Κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου.Verse 17Ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται.Verse 18Ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα, ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ.Verse 19Ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτὸν, προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ.Verse 20Ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρὸν, καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν.Verse 21Ἀλλʼ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ Κυρίῳ, ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη τῷ ἱερεῖ ἔσται κατάσχεσις αὐτοῦ.Verse 22Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσῃ τῷ Κυρίῳ,Verse 23λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἁγίαν τῷ Κυρίῳ·Verse 24Καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ παρʼ οὗ κέκτηται αὐτὸν, οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς.Verse 25Καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον.Verse 26Καὶ πᾶν πρωτότοκον ὃ ἐὰν γένηται ἐν τοῖς κτήνεσί σου, ἔσται τῷ Κυρίῳ, καὶ οὐ καθαγιάσει αὐτὸ οὐδείς· ἐάν τε μόσχον, ἐάν τε πρόβατον, τῷ Κυρίῳ ἐστίν.Verse 27Ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἀλλάξῃ κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτὸ, καὶ ἔσται αὐτῷ· ἐὰν δὲ μὴ λυτρῶται, πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ.Verse 28Πᾶν δὲ ἀνάθεμα, ὃ ἂν ἀναθῇ ἄνθρωπος τῷ Κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ Κυρίῳ.Verse 29Καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων, οὐ λυτρωθήσεται, ἀλλὰ θανάτῳ θανατωθήσεται.Verse 30Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ. Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ.Verse 31Ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτὸν, καὶ ἔσται αὐτῷ.Verse 32Καὶ πᾶσα δεκάτη βοῶν, καὶ προβάτων, καὶ πᾶν ὃ ἂν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ Κυρίῳ.Verse 33Οὐκ ἀλλάξεις καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται.Verse 34Αὗταί εἰσιν αἱ ἐντολαὶ ἃς ἐνετείλατο Κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾷ.