Leviticus 20 — BRE
20Verse 1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις,Verse 2ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.Verse 3Καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.Verse 4Ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, τοῦ μὴ ἀποκτεῖναι αὐτόν·Verse 5καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπολῶ αὐτὸν, καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ, ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας, ἐκ τοῦ λαοῦ αὐτῶν.Verse 6Καὶ ψυχὴ ἣ ἂν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην, καὶ ἀπολῶ αὐτῆν ἐκ τοῦ λαοῦ αὐτῆς.Verse 7Καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.Verse 8Καὶ φυλάξεσθε τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγὼ Κύριος ὁ ἁγιάζεν ὑμᾶς.Verse 9Ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν; ἔνοχος ἔσται.Verse 10Ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.Verse 11Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυσε· θανάτῳ θανατούσθωσαν ἀμφότεροι, ἔνοχοί εἰσι.Verse 12Καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασι γάρ, ἔνοχοί εἰσι.Verse 13Καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοι εἰσιν.Verse 14Ὃς ἂν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτὰς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν.Verse 15Καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, θανάτῳ θανάτούσθω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε.Verse 16Καὶ γυνὴ ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπʼ αὐτοὺ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν.Verse 17Ὃς ἂν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ, καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς, καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολοθρευθήσονται ἐνωπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται.Verse 18Καὶ ἀνὴρ ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήσονται ἀμφότεροι ἐκ τῆς γενεᾶς αὐτῶν.Verse 19Καὶ ἀσχημοσύνην ἀδελφῆς πατρὸς σου, καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται.Verse 20Ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται.Verse 21Ὃς ἐὰς λάβῃ γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποθανοῦνται.Verse 22Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου, καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτὰ, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπʼ αὐτῆς.Verse 23Καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφʼ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς.Verse 24Καὶ εἶπα ὑμῖν, ὑμεῖς κληρονομήσετε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν.Verse 25Καὶ ἀφοριεῖτε αὐτοὺς ἀναμέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀναμέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ ἀναμέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων· καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσι, καὶ ἐν τοῖς πετεινοῖς, καὶ ἐν πᾶσι τοῖς ἑρπετοῖς τῆς γῆς ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ.Verse 26Καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἶμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν, εἶναί μοι.Verse 27Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτοὺς, ἔνοχοί εἰσι.