Tools
Commentary

Lamentations 3 — BRE

See Hebrew/Greek in BSB →

3Verse 1ΑΛΕΦ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπʼ ἐμέ.Verse 2Παρέλαβέ με καὶ ἀπήγαγέ με εἰς σκότος, καὶ οὐ φῶς.Verse 3Πλὴν ἐν ἐμοὶ ἐπέστρεψε χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν,Verse 4ἐπαλαίωσε σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν.Verse 5ΒΗΘ. Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ ἐκύκλωσε κεφαλήν μου, καὶ ἐμόχθησεν·Verse 6ἐν σκοτεινοῖς ἐκάθισέ με ὡς νεκροὺς αἰῶνος.Verse 7Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου.Verse 8ΓΙΜΕΛ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου.Verse 9ΔΑΛΕΘ. Ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξε τρίβους μου,Verse 10ἐτάραξεν ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις,Verse 11κατεδίωξεν ἀφεστηκότα, καὶ κατέπαυσέ με, ἔθετό με ἠφανισμένην.Verse 12Η. Ἐνέτεινε τόξον αὐτοῦ, καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος.Verse 13Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ.Verse 14Ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν.Verse 15ΟΥΑΥ. Ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς,Verse 16καὶ ἐξέβαλε ψήφῳ ὀδόντας μου· ἐψώμισέ με σποδὸν,Verse 17καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου· ἐπελαθόμην ἀγαθά.Verse 18Καὶ ἀπώλετο νῖκός μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου.Verse 19ΖΑΙΝ. Ἐμνήσθην ἀπὸ πτωχείας μου, καὶ ἐκ διωγμοῦ πικρία καὶ χολή μου μνησθήσεται,Verse 20καὶ καταδολεσχήσει ἐπʼ ἐμὲ ἡ ψυχή μου.Verse 21Ταύτην τάξω εἰς τὴν καρδίαν μου, διατοῦτο ὑπομενῶ.Verse 21ΗΘ. Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέ με, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ.Verse 21Καινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου.Verse 21Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου· διατοῦτο ὑπομενῶ αὐτῷ·Verse 25ΤΗΘ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχὴ ἣ ζητήσει αὐτὸν, ἀγαθόν·Verse 26καὶ ὑπομενεῖ, καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.Verse 27ΤΗΘ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ,Verse 28καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφʼ ἑαυτῷ.Verse 30ΙΩΔ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν·Verse 31Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.Verse 32ΧΑΦ. Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ,Verse 33οὐκ ἀπεκριθη ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.Verse 34ΛΑΜΕΔ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,Verse 35τοῦ ἐκκλίναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,Verse 36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν, Κύριος οὐκ εἶπε.Verse 37Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο.Verse 38Ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.Verse 39ΜΗΜ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;Verse 40ΝΟΥΝ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψομεν ἕως Κυρίου.Verse 41Ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ.Verse 42Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.Verse 43ΣΑΜΕΧ. Ἐπεσκέπασας ἐν ʼθυμῷ, καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω.Verse 44Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕινεκεν προσευχῆς,Verse 45καμμύσαι με καὶ ἀπωσθῆναι. ΑΙΝ. Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.Verse 46Διήνοιξαν ἐφʼ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν.Verse 47Φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή.Verse 48Ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.Verse 49ΦΗ. Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,Verse 50ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ.Verse 51Ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως.Verse 52ΤΣΑΔΗ. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον· πάντες οἱ ἐχθροί μου δωρεὰνVerse 53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου, καὶ ἐπέθηκαν λίθον ἐπʼ ἐμοί.Verse 54Ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα, ἄπωσμαι.Verse 55ΚΩΦ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου·Verse 56Φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου·Verse 57Εἰς τὴν βοήθειάν μου ἤγγισας· ἐν ἡμέρᾳ ᾗ ἐπεκαλεσάμην σε εἶπάς μοι, μὴ φοβοῦ.Verse 58ΡΗΧΣ. Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου.Verse 59Ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου.Verse 60Εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.Verse 61ΧΣΕΝ. Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατʼ ἐμοῦ,Verse 62χείλη ἐπανισταμένων μοι, καὶ μελέτας αὐτῶν κατʼ ἐμοῦ ὅλην τὴν ἡμέραν,Verse 63καθέδραν αὐτῶν, καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ ὀφθαλμοὺς αὐτῶν.Verse 64Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν.Verse 65ΘΑΥ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν, καρδίας μου μόχθον.Verse 66Σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ, καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτωθεν τοῦ οὐρανοῦ, Κύριε.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?