Judith 4 — BRE
4Verse 1Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσε πάντα τὰ ἱερὰ αὐτῶν, καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμὸν,Verse 2καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου Θεοῦ αὐτῶν ἐταράχθησαν·Verse 3ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη, καὶ τὸ θυσιαστήριον, καὶ ὁ οἶκος, ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν,Verse 4καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας, καὶ Κωνὰς, καὶ Βαιθωρὼν, καὶ Βελμὲν, καὶ Ἱεριχὼ, καὶ εἰς Χωβὰ, καὶ Αἰσωρὰ, καὶ τὸν αὐλῶνα Σαλὴμ,Verse 5καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμον εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.Verse 6Καὶ ἔγραψεν Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐκείναις ἐν Ἱερουσαλὴμ, τοῖς κατοικοῦσι Βετυλούα, καὶ Βετομεσθαὶμ, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλὼν, κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαῒμ,Verse 7λέγων, διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι διʼ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλύσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπʼ ἄνδρας τοὺς πάντας δύο.Verse 8Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ, οἳ ἐκάθηντο ἐν Ἱερουσαλήμ.Verse 9Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν Θεὸν ἐν ἐκτενίᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενίᾳ μεγάλῃ,Verse 10αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ νήπια αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸς, καὶ ἀργυρώνητος αὐτῶν, ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.Verse 11Καὶ πᾶς ἀνὴρ Ἰσραὴλ καὶ γυνὴ, τὰ παιδία, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου· καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον,Verse 12καὶ ἐβόησαν πρὸς τὸν Θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν, καὶ τὰς γυναῖκας εἰς προνομὴν, καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν, καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν, ἐπίχαρμα τοῖς ἔθνεσι.Verse 13Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῶν, καὶ εἰσεῖδε τὴν θλίψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου παντοκράτορος.Verse 14Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν, προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ, καὶ τὰς εὐχὰς, καὶ τὰ ἑκουσία δόματα τοῦ λαοῦ,Verse 15καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν, καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πάντα οἶκον Ἰσραήλ.