Judith 15 — BRE

15Verse 1Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός·Verse 2καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλʼ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς.Verse 3Καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βετυλούα καὶ ἐτράπησαν εἰς φυγήν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπʼ αὐτούς.Verse 4Καὶ ἀπέστειλεν Ὀζίας εἰς Βαιτομασθαῒμ, καὶ Χωβαῒ, καὶ Χωλὰ, καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ, τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων, καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.Verse 5Ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς, καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς· ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν, καὶ τὰ ὅρια αὐτῆς.Verse 6Οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βετυλούα, ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ, καὶ ἐπρονόμευσαν αὐτοὺς, καὶ ἐπλούτησαν σφόδρα.Verse 7Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς, ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρείνῃ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων· ἦν γὰρ πλῆθος πολὺ σφόδρα.Verse 8Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησε Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδὶθ, καὶ λαλῆσαι μετʼ αὐτῆς εἰρήνην.Verse 9Ὡς δὲ εἰσῆλθον πρὸς αὐτὴν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν, καὶ εἶπαν πρὸς αὐτὴν, σὺ ὕψωμα Ἰσραὴλ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραὴλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν.Verse 10Ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ· καὶ εὐδοκήσαι ἐπʼ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον· καὶ εἶπε πᾶς ὁ λαὸς, γένοιτο.Verse 11Καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφʼ ἡμέρας τριάκοντα, καὶ ἔδωκαν τῇ Ἰουδὶθ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ πάντα τὰ ἀργυρώματα, καὶ τὰς κλίνας καὶ τὰ ὅλκια· καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπʼ αὐτῶν.Verse 12Καὶ συνέδραμε πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτὴν, καὶ εὐλόγησαν αὐτήν· καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς, καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετʼ αὐτῆς,Verse 13καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετʼ αὐτῆς· καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?