Judith 12 — BRE

12Verse 1Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα, καὶ αὐτοῦ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ, καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.Verse 2Καὶ εἶπεν Ἰουδὶθ, οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.Verse 3Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.Verse 4Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτὸν, ζῇ ἡ ψυχη σου, κύριέ μου, ὅτι οὐ δαπανήσι ἡ δούλη σου τὰ ὄντα μετʼ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κὺριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.Verse 5Καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνὴν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακὴν,Verse 6καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην, λέγουσα, ἐπιταξάτω δὴ ὁ κύριός μου, ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.Verse 7Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν· καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βετυλούα, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος.Verse 8Καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθύναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστεμα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.Verse 9Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.Verse 10Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.Verse 11Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἀφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοὶ, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς, καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.Verse 12Ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.Verse 13Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ εἶπε, μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου, δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ.Verse 14Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.Verse 15Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προσῆλθεν ἡ δούλη αὐτῆς, καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.Verse 16Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτὴν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν, ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν.Verse 17Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, πίε δὴ, καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην.Verse 18Καὶ εἶπεν Ἰουδὶθ, πίομαι δὴ, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.Verse 19Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.Verse 20Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?