Judith 10 — BRE

10Verse 1Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν Θεὸν Ἰσραὴλ, καὶ συνετέλεσε πάντα τὰ ῥήματα ταῦτα,Verse 2καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσε τὴν ἅβραν αὐτῆς, καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων, καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς,Verse 3καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς, καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι, καὶ ἐχρίσατο μύρῳ παχεῖ, καὶ διέταξε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς, καὶ ἐπέθετο μίτραν ἐπʼ αὐτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ·Verse 4καὶ ἔλαβε σανδάλια εἰς τοὺς πόδας αὐτῆς, καὶ περιέθετο τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ πάντα τὸν κόσμον αὐτῆς· καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.Verse 5Καὶ ἔδωκε τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου, καὶ καμψάκην ἐλαίου, καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν, καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς, καὶ ἐπέθηκεν ἐπʼ αὐτῇ.Verse 6Καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βετυλούα, καὶ εὕροσαν ἐφεστῶτας ἐπʼ αὐτῇς Ὀζίαν, καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβρὶν καὶ Χαρμίν.Verse 7Ὡς δὲ εἶδον αὐτὴν, καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς, καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα, καὶ εἶπαν αὐτῇ,Verse 8ὁ Θεὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν, καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἱσραὴλ καὶ ὕψωμα Ἰερουσαλήμ· καὶ προσεκύνησε τῷ Θεῷ,Verse 9Καὶ εἶπε πρὸς αὐτοὺς, ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετʼ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησαν.Verse 10Καὶ ἐποίησαν οὕτως· καὶ ἐξῆλθεν Ἰουδὶθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετʼ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθε τὸν αὐλῶνα, καὶ οὐκ ἔτι ἐθεώρουν αὐτήν.Verse 11Καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων.Verse 12Καὶ συνέλαβον αὐτὴν, καὶ ἐπηρώτησαν, τίνων εἶ; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπε, θυγάτηρ εἰμὶ τῶν Ἑβραίων, καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσι δίδοσθαι ὑμῖν εἰς κατάβρωμα.Verse 13Κᾀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν, τοῦ ἀναγγεῖλαι ῥήματα ἀληθείας, καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθʼ ἣν πορεύσεται, καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία, οὐδὲ πνεῦμα ζωῆς.Verse 14Ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς, καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς, καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα, καὶ εἶπαν πρὸς αὐτὴν,Verse 15σέσωκας τὴν ψυχήν σου, σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφʼ ἡμῶν προπέμψουσί σε ἕως παραδώσουσί σε εἰς τὰς χεῖρας αὐτοῦ.Verse 16Ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σε ποιήσει.Verse 17Καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν, καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου.Verse 18Καὶ ἐγένετο συνδρομὴ ἐν πὰσῃ τῇ παρεμβολῇ· διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτὴν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς.Verse 19Καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπʼ αὐτῆς· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν·Verse 20καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ, καὶ πάντες οἱ θεράποντες αὐτοῦ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.Verse 21Καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπείῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων.Verse 22Καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ.Verse 23Ὡς δὲ ἦλθε κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ, καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?