Tools
Commentary

Judges 14 — BRE

See Hebrew/Greek in BSB →

14Verse 1Καὶ κατέβη Σαμψὼν εἰς Θαμναθὰ, καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων.Verse 2Καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπε, γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιῒμ, καὶ νῦν λάβετε αὐτήν μοι εἰς γυναῖκα.Verse 3Καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου, καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνὴ, ὅτι συ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; Καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ, ταύτην λάβε μοι, ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.Verse 4Καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστὶν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ.Verse 5Καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά· καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ.Verse 6Καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτὸν ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε.Verse 7Καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικὶ, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών.Verse 8Καὶ ὑπέστρεψε μεθʼ ἡμέρας λαβεῖν αὐτὴν, καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι.Verse 9Καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον, καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι.Verse 10Καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα, καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτὰ, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι.Verse 11Καὶ ἐγένετο ὅτε εἶδον αὐτὸν, καὶ ἔλαβον τριάκοντα κλητοὺς, καὶ ἦσαν μετʼ αὐτοῦ.Verse 12Καὶ εἶπεν αὐτοῖς Σαμψὼν, πρόβλημα ὑμῖν προβάλλομαι, ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων.Verse 13Καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ, προβάλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό.Verse 14Καὶ εἶπεν αὐτοῖς, τὶ βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας.Verse 15Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, καὶ εἶπαν τῇ γυναικὶ Σαμψὼν, ἀπάτησον δὴ τὸν ἄνδρα σου, καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἢ ἐκβιᾶσαι ἡμᾶς κεκλήκατε;Verse 16Καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν, καὶ εἶπε, πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψὼν, εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω;Verse 17Καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνόχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.Verse 18Καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον, τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψὼν, εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.Verse 19Καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα, καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας, καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν, καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα· Καὶ ὠργίσθη θυμῷ Σαμψὼν, καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.Verse 20Καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασε.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?