Joshua 19 — BRE
19Verse 1Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών· καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν Ἰούδα.Verse 2Καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ, καὶ Σαμαὰ, καὶ Καλαδὰμ,Verse 3καὶ Ἀρσωλὰ, καὶ Βωλὰ, καὶ Ἰασὸν,Verse 4καὶ Ἐρθουλὰ, καὶ Βουλὰ, καὶ Ἑρμὰ,Verse 5καὶ Σικελὰκ, καὶ Βαιθμαχερὲβ, καὶ Σαρσουσὶν,Verse 6καὶ Βαθαρὼθ, καὶ οἱ ἀγροὶ αὐτῶν· πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν.Verse 7Ἐρεμμὼν, καὶ Θαλχὰ, καὶ Ἰεθὲρ, καὶ Ἀσάν· πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν,Verse 8κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαλὲκ πορευομένων Βαμὲθ κατὰ Λίβα· αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν.Verse 9Ἀπὸ τοῦ κλήρου τοῦ Ἰούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ἰούδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.Verse 10Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν, Ἐσεδεκγωλὰ ὅρια αὐτῶν,Verse 11ἡ θάλασσα καὶ Μαγελδὰ, καὶ συνάψει ἐπὶ Βαιθάραβὰ εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον Ἰεκμάν.Verse 12Καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ, καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ, καὶ προσαναβήσεται ἐπὶ Φαγγαί.Verse 13Καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπʼ ἀνατολὰς ἐπὶ Γεβερὲ ἐπὶ πόλιν Κατασὲμ, καὶ διελεύσεται ἐπὶ Ῥεμμωναὰ Μαθαραοζά.Verse 14Καὶ περιελεύσεται ὅρια ἐπὶ Βοῤῥᾶν ἐπὶ Ἀμὼθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ,Verse 15καὶ Κατανὰθ, καὶ Ναβαὰλ, καὶ Συμοὼν, καὶ Ἱεριχὼ, καὶ Βαιθμάν.Verse 16Αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.Verse 17Καὶ τῷ Ἰσσὰχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος.Verse 18Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἰαζὴλ, καὶ Χασαλὼθ, καὶ Σουνὰμ,Verse 19καὶ Ἀγὶν, καὶ Σιωνὰ, καὶ Ῥεηρὼθ, καὶ Ἀναχερὲθ,Verse 20καὶ Δαβιρὼν, καὶ Κισὼν, καὶ Ῥεβές,Verse 21καὶ Ῥεμμὰς, καὶ Ἰεὼν, καὶ Τομμὰν, καὶ Αἰμαρὲκ, καὶ Βηρσαφής.Verse 22Καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ, καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν, καὶ Βαιθσαμύς· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης.Verse 23Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰσσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.Verse 24Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ἀσὴρ κατὰ δήμους αὐτῶν.Verse 25Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ἐξελεκὲθ, καὶ Ἀλὲφ, καὶ Βαιθὸκ, καὶ Κεὰφ,Verse 26καὶ Ἐλιμελὲχ, καὶ Ἀμιὴλ, καὶ Μαασά· καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν, καὶ τῷ Σιὼν, καὶ Λαβανάθ.Verse 27Καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ, καὶ συνάψει τῷ Ζαβουλὼν καὶ Ἐκγαῖ, καὶ Φθαιὴλ κατὰ Βοῤῥᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ, καὶ Ἰναὴλ, καὶ διελεύσεται εἰς Χωβαμασομὲλ,Verse 28καὶ Ἐλβὼν, καὶ Ῥαὰβ, καὶ Ἐμεμαὼν, καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης.Verse 29Καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ῥαμὰ, καὶ ἕως πηγῆς Μασφασσὰτ, καὶ τῶν Τυρίων· καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ἰασὶφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα, καὶ Ἀπολὲβ, καὶ Ἐχοζὸβ,Verse 30καὶ Ἀρχὸβ, καὶ Ἀφὲκ, καὶ Ῥααύ.Verse 31Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἀσὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.Verse 32Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.Verse 33Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ, καὶ Μωλὰ, καὶ Βεσεμιῒν, καὶ Ἀρμὲ, καὶ Ναβὸκ, καὶ Ἰεφθαμαὶ, ἕως Δωδάμ· καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ Ἰορδάνης.Verse 34Καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ἐν Ἀθθαβὼρ, καὶ διελεύσεται ἐκεῖθεν Ἰακανὰ, καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ Νότου, καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ἰορδάνης ἀπὸ ἀνατολῶν ἡλίου.Verse 35Καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τυρὸς, καὶ Ὠμαθαδακὲθ, καὶ Κενερέθ,Verse 36καὶ Ἀρμαὶθ, καὶ Ἀραὴλ, καὶ Ἀσὼρ,Verse 37καὶ Κάδες, καὶ Ἀσσαρὶ, καὶ πηγὴ Ἀσὸρ,Verse 38καὶ Κερωὲ, καὶ Μεγαλααρὶμ, καὶ Βαιθθαμὲ, καὶ Θεσσαμύς.Verse 39Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί.Verse 40Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος·Verse 41Καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ, καὶ Ἀσὰ, καὶ πόλεις Σαμμαὺς,Verse 42καὶ Σαλαμὶν, καὶ Ἀμμὸν, καὶ Σιλαθὰ,Verse 43καὶ Ἐλὼν, καὶ Θαμναθὰ, καὶ Ἀκκαρὼν,Verse 44καὶ Ἀλκαθὰ, καὶ Βεγεθὼν, καὶ Γεβεελὰν,Verse 45καὶ Ἀζὼρ, καὶ Βαναιβακὰτ, καὶ Γεθρεμμὼν,Verse 46καὶ ἀπὸ θαλάσσης Ἱερὰκων ὅριον πλησίον Ἰόππης.Verse 47Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν·Verse 47καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμοῤῥαῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμοῥῥαῖοι καταβῆναι εἰς τὴν κοιλάδα, καὶ ἔθλιψαν ἀπʼ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.Verse 48Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς, καὶ κατελάβοντο αὐτὴν, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας· καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδάν·Verse 48καὶ ὁ Ἀμοῤῥαῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραὶμ ἐπʼ αὐτοὺς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.Verse 49Καὶ ἐπορεύθησαν ἐμβατεύσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν· καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον τῷ Ἰησοῖ τῷ υἱῷ Ναυῆ ἐν αὐτοῖςVerse 50διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαρὰχ, ἥ ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν, καὶ κατῴκει ἐν αὐτῇ.Verse 51Αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν Σηλὼ ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.