Joshua 12 — BRE See Hebrew/Greek in BSB → 12Verse 1Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφʼ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπʼ ἀνατολῶν.Verse 2Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, κυριεύων ἀπὸ Ἀρνῶν, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ, ὅρια υἱῶν Ἀμμών.Verse 3Καὶ Ἄραβ ἕως τῆς θαλάσσης Χενερὲθ κατʼ ἀνατολὰς, καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἀσειμὼθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά.Verse 4Καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν,Verse 5ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σεκχαὶ, καὶ πᾶσαν τὴν Βασὰν ἕως ὁρίων Γεργεσὶ, καὶ τὴν Μαχὶ, καὶ τὸ ἥμισυ Γαλαδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών.Verse 6Μωυσῆς ὁ παῖς Κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν, καὶ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.Verse 7Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βαλαγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου, καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ· καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,Verse 8ἐν τῷ ὄρει, καὶ ἐν τῷ πεδίῳ, καὶ ἐν Ἄραβ, καὶ ἐν Ἀσηδὼθ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ Ναγὲβ· τὸν Χετταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον.Verse 9Τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ,Verse 10βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν,Verse 11βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχὶς,Verse 12βασιλέα Αἰλὰμ, βασιλέα Γαζὲρ,Verse 13βασιλέα Δαβὶρ, βασιλέα Γαδὲρ,Verse 14βασιλέα Ἑρμὰθ, βασιλέα Ἀδὲρ,Verse 15βασιλέα Λεβνὰ, βασιλέα Ὀδολλὰμ,Verse 16βασιλέα Ἠλὰθ,Verse 17βασιλέα Ταφοὺτ, βασιλέα Ὀφὲρ,Verse 18βασιλέα Ὀφὲκ τῆς Ἀρὼκ,Verse 19βασιλέα Ἀσὼμ,Verse 20βασιλέα Συμοὼν, βασιλέα Μαμβρὼθ, βασιλέα Ἀζὶφ,Verse 21βασιλέα Κάδης, βασιλέα Ζαχὰκ,Verse 22βασιλέα Μαρεδὼθ, βασιλέα Ἰεκὸμ τοῦ Χερμὲλ,Verse 23βασιλέα Ὀδολλὰμ τοῦ Φεννεαδὼρ, βασιλέα Γεῒ τῆς Γαλιλαίας,Verse 24βασιλέα Θερσά· πάντες οὗτοι βασιλεῖς εἰκοσιεννέα. Chapter 11 Chapter 13
Joshua 12 — BRE
See Hebrew/Greek in BSB →