Tools
Commentary

Joel 2 — BRE

See Hebrew/Greek in BSB →

2Verse 1Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγὺςVerse 2ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης· ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρὸς, ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.Verse 3Τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔσται αὐτῷ.Verse 4Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται.Verse 5Ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.Verse 6Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοὶ, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.Verse 7Ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὐτῶν,Verse 8καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσι.Verse 9Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.Verse 10Πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανός· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν.Verse 11Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;Verse 12Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ,Verse 13καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.Verse 14Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;Verse 15Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν. κηρύξατε θεραπείαν,Verse 16συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.Verse 17Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου, κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι, φεῖσαι Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;Verse 18Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.Verse 19Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῷ αὐτοῦ, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι.Verse 20Καὶ τὸν ἀπὸ Βοῤῥᾶ ἐκδιώξω ἀφʼ ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.Verse 21Θάρσει γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι.Verse 22Θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.Verse 23Καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν,Verse 24καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.Verse 25Καὶ ἀνταποδώσε ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς.Verse 26Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθʼ ὑμῶν εἰς θαυμάσια· καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα.Verse 27Καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἕστιν ἔτι πλὴν ἐμοῦ· καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?