Job 5 — BRE
5Verse 1Ἐπικαλέσαι δὲ εἴ τις σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·Verse 2Καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργὴ, πεπλανημένον δὲ θανατοῖ ζῆλος.Verse 3Ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλʼ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.Verse 4Πόῤῥω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.Verse 5Ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται· ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.Verse 6Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος.Verse 7Ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.Verse 8Οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,Verse 9τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμὸς,Verse 10τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανὸν,Verse 11τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα,Verse 12διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές·Verse 13ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν.Verse 14Ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἶσα νυκτὶ,Verse 15ἀπόλοιντο δὲ ἐν πολέμῳ· ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου.Verse 16Εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.Verse 17Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.Verse 18Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.Verse 19Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.Verse 20Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.Verse 21Ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.Verse 22Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ· ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·Verse 23Θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.Verse 24Εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος· ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.Verse 25Γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.Verse 26Ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θιμωνία ἅλωνος καθʼ ὥραν συγκομισθεῖσα.Verse 27Ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν· ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἔπραξας.