Tools
Commentary

Job 40 — BRE

See Hebrew/Greek in BSB →

40Verse 1Καὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ, καὶ εἶπε,Verse 2μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλίνει; ἐλέγχων δὲ Θεὸν, ἀποκριθήσεται αὐτήν.Verse 3Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ,Verse 4τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου.Verse 5Ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.Verse 6Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος, εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους,Verse 7Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι.Verse 8Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἳνα ἀναφανῇς δίκαιος;Verse 9Ἢ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾷς;Verse 10Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.Verse 11Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον.Verse 12Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.Verse 13Κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον.Verse 14Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.Verse 15Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἶσα βουσὶν ἐσθίουσιν.Verse 16Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός·Verse 17Ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται.Verse 18Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.Verse 19Τουτέστιν ἀρχὴ πλάσματος Κυρίου· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.Verse 20Ἐπελθὼν δὲ ἐπʼ ὄρος ἀκρότομον, ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ.Verse 21Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.Verse 22Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ.Verse 23Ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.Verse 24Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα.Verse 25Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίεαν περὶ ῥῖνα αὐτοῦ;Verse 26Ἤ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;Verse 27Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;Verse 28Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;Verse 29Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;Verse 30Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;Verse 31Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.Verse 32Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν στόματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?