Job 34 — BRE
34Verse 1Ὑπολαβὼν δὲ Ἐλιοὺς, λέγει,Verse 2Ἀκούσατέ μου σοφοὶ, ἐπιστάμενοι ἐνωτίζεσθε.Verse 3Ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.Verse 4Κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀναμέσον ἑαυτῶν, ὅ, τι καλόν.Verse 5Ὅτι εἴρηκεν Ἰὼβ, δίκαιός εἰμι· ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα.Verse 6Ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.Verse 7Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;Verse 8Οὐχ ἁμαρτῶν οὐδὲ ἀσεβήσας, ἢ οὐδʼ οὐ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα, τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.Verse 9Μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός, καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.Verse 10Διὸ συνετοὶ καρδίας ἀκούσατέ μου, μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι, καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον.Verse 11Ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.Verse 12Οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν, ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν,Verse 13ὃς ἐποίησε τὴν γῆν; Τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπʼ οὐρανὸν, καὶ τὰ ἐνόντα πάντα;Verse 14Εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ σνεῦμα παρʼ αὐτῷ κατασχεῖν,Verse 15τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδὸν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.Verse 16Ἴδὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.Verse 17Ἴδε σὺ τὸν μισοῦντα ἄνομα, καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς, ὄντα αἰώνιον δίκαιον.Verse 18Ἀσεβὴς ὁ λέγων βασιλεῖ, παρανομεῖς, ἀσεβέστατε τοῖς ἄρχουσιν.Verse 19Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν.Verse 20Κενὰ δὲ αὐτοῖς ἀποβήσεται, τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.Verse 21Αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν.Verse 22Οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·Verse 23Ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι.Verse 24Ὁ γὰρ Κύριος πάντας ἐφορᾷ· ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.Verse 25Ὁ γνωρίζων αὐτῶν τὰ ἔργα, καὶ στρέψει νύκτα καὶ ταπεινωθήσοται.Verse 26Ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ.Verse 27Ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν,Verse 28τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.Verse 29Καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους, καὶ κατὰ ἀνθρώπου ὁμοῦ.Verse 30Βασιλεύων ἀνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.Verse 31Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων, εἴληφα, οὐκ ἐνεχυράσω·Verse 32Ἄνευ ἐμαυτοῦ ὄψομαι· σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω.Verse 33Μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτὴν, ὅτι σὺ ἀπώσῃ; ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ; καὶ τί ἔγνως, λάλησον.Verse 34Διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα.Verse 35Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε, τὰ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.Verse 36Οὐ μὴν δὲ ἀλλὰ μάθε Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες·Verse 37Ἵνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν, ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ Κυρίου.