Job 3 — BRE
3Verse 1Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ,Verse 2καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων,Verse 3Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν, Ἰδοὺ ἄρσεν.Verse 4Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·Verse 5Ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος·Verse 6καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.Verse 7Ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονή·Verse 8Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.Verse 9Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα.Verse 10Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.Verse 11Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;Verse 12Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;Verse 13νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμηνVerse 14Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,Verse 15ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου·Verse 16Ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς·Verse 17Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.Verse 18Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.Verse 19Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.Verse 20Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,Verse 21οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς,Verse 22περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι;Verse 23Θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ Θεὸς κατʼ αὐτοῦ.Verse 24Πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.Verse 25Φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.Verse 26Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή·