Job 29 — BRE
29Verse 1Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ,Verse 2Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν;Verse 3Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·Verse 4Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·Verse 5Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·Verse 6Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·Verse 7Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.Verse 8Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν.Verse 9Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.Verse 10Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη.Verse 11Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε.Verse 12Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.Verse 13Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε·Verse 14Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι.Verse 15Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.Verse 16Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα.Verse 17Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.Verse 18Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω.Verse 19Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου.Verse 20Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.Verse 21Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ.Verse 22Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν.Verse 23Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.Verse 24Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.Verse 25Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν.