Tools
Commentary

Job 27 — BRE

See Hebrew/Greek in BSB →

27Verse 1Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ,Verse 2Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν,Verse 3εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινὶ,Verse 4μὴ λαλήσειν τὰ χείλη μου ὄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.Verse 5Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου.Verse 6Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.Verse 7Οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.Verse 8Καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἄρα σωθήσεται;Verse 9Ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκηςVerse 10μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;Verse 11Ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι.Verse 12Ἰδοὺ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.Verse 13Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπʼ αὐτούς.Verse 14Ἐὰν δἐ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν.Verse 15Οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει.Verse 16Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἶσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,Verse 17ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.Verse 18Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὥσπερ ἀράχνη.Verse 19Πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστι.Verse 20Συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος.Verse 21Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.Verse 22Καὶ ἐπιῤῥίψει ἐπʼ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται.Verse 23Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?