Job 23 — BRE
23Verse 1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,Verse 2Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ.Verse 3Τίς δʼ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος;Verse 4Εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων.Verse 5Γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ.Verse 6Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται.Verse 7Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.Verse 8Εἰ γὰρ πρῶτος πορεύσομαι, καὶ οὐκ ἔτι εἰμὶ, τὰ δὲ ἐπʼ ἐσχάτοις, τί οἶδα;Verse 9Ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι·Verse 10Οἶδε γὰρ ἤδη ὁδόν μου· διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.Verse 11Ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ ἐνταλμάτων αὐτοῦ,Verse 12καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.Verse 13Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.Verse 15Διὰ τοῦτο ἐπʼ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ, ἐφρόντισα αὐτοῦ.Verse 15Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.Verse 16Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου· ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με.Verse 17Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.