Tools
Commentary

Jeremiah 46 — BRE

See Hebrew/Greek in BSB →

46Verse 1Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐννάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα, παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπολιόρκουν αὐτήν.Verse 2Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνὸς, ἐῤῥάγη ἡ πόλις,Verse 3καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Μαργανασὰρ, καὶ Σαμαγὼθ, καὶ Ναβουσάχαρ, καὶ Ναβουσαρεὶς, Ναγαργᾶς, Νασεῤῥαβαμὰθ, καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος.Verse 14Καὶ ἀπέστειλαν, καὶ ἔλαβον τὸν Ἱερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, καὶ ἐξήγαγον αὐτὸν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.Verse 15Καὶ πρὸς Ἱερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων,Verse 16πορεύου καὶ εἰπὲ πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.Verse 17Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν,Verse 18ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπʼ ἐμοὶ, φησὶ Κύριος.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?