Jeremiah 41 — BRE
41Verse 1Ὁ ΛΟΓΟΣ ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ, καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα,) λέγων,Verse 2Οὕτως εἶπε Κύριος, βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, καὶ ἐρεῖς αὐτῷ, οὕτως εἶπε Κύριος, παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν, καὶ καύσει αὐτὴν ἐν πυρὶ,Verse 3καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήψει συλληφθήσῃ, καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ.Verse 4Ἀλλʼ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα· οὕτως λέγει Κύριος,Verse 5ἐν εἰρήνῃ ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε, ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος.Verse 6Καὶ ἐλάλησεν Ἱερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἱερουσαλήμ.Verse 7Καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ τὰς πόλεις Ἰούδα, καὶ ἐπὶ Λαχὶς, καὶ ἐπὶ Ἄζηκα, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.Verse 8Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν, τοῦ καλέσαι ἄφεσιν,Verse 9τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα.Verse 10Καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες, καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ, τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ,Verse 11καὶ ἐῶσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.Verse 12Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων,Verse 13Οὕτως εἶπε Κύριος, ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ οἴκου δουλείας, λέγων,Verse 14ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς πραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν.Verse 15Καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου, ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ.Verse 16Καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.Verse 17Διατοῦτο οὕτως εἶπε Κύριος, ὑμεῖς οὐκ ἠκούσατέ μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμὸν, καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς·Verse 18Καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,Verse 19τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς δυνάστας, καὶ τοὺς ἱερεῖς, καὶ τὸν λαόν·Verse 20Καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.Verse 21Καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας, καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπʼ αὐτῶν.Verse 22Ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπʼ αὐτὴν, καὶ λήψονται αὐτὴν, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.