Isaiah 63 — BRE
63Verse 1Τίς οὗτος ὁ παραγνόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.Verse 2Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;Verse 3Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.Verse 4Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.Verse 5Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη.Verse 6Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.Verse 7Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσι· Κύριος κριτὴν ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.Verse 8Καὶ εἶπεν, οὐχ ὁ λαός μου; τέκνα οὐ μὴ ἀθετήσωσι· καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίανVerse 9ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος·Verse 10Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς ἐπολέμησεν αὐτούς.Verse 11Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων· ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;Verse 12ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.Verse 13Ἤγαγεν αὐτοὺς διʼ ἀβύσσου, ὡς ἵππον διʼ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,Verse 14καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης.Verse 15Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;Verse 16Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε πατὴρ ἡμῶν ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστι.Verse 17Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,Verse 18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.Verse 19Ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται,