Tools
Commentary

Isaiah 49 — BRE

See Hebrew/Greek in BSB →

49Verse 1Ἀκούσατε μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου.Verse 2Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με,Verse 3καὶ εἶπέ μοι, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι.Verse 4Καὶ ἐγὼ εἶπα, κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διατοῦτο ἡ κρίσις μου παρὰ· Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.Verse 5Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεὸς μου ἔσται μοι ἰσχύς.Verse 6Καὶ εἶπέ μοι, μέγα σοι ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.Verse 7Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε.Verse 8Οὕτως λέγει Κύριος, καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,Verse 9λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·Verse 10Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·Verse 11Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.Verse 12Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.Verse 13Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.Verse 14Εἶπεν δὲ Σιὼν, ἐγκατέλιπέ με Κύριος, καὶ ὅτι Κύριος ἐπελάθετό μου.Verse 15Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν Κύριος.Verse 16Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντὸς,Verse 17καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφʼ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.Verse 18Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον νύμφη.Verse 19Ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.Verse 20Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.Verse 21Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;Verse 22Οὕτως λέγει Κύριος Κύριος, ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσι.Verse 23Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.Verse 24Μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;Verse 25Ὅτι οὕτω λέγει Κύριος, ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·Verse 26Καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται· καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?