Tools
Commentary

Isaiah 36 — BRE

See Hebrew/Greek in BSB →

36Verse 1Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς.Verse 2Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς· καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως.Verse 3Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σόμνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος.Verse 4Καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης, εἴπατε Ἐζεκίᾳ, Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων, τί πεποιθὼς εἶ;Verse 5Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι;Verse 6Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηρισθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτὴν. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.Verse 7Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,Verse 8νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπʼ αὐτούς.Verse 9Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν· οἰκέται εἰσὶν, οἱ πεποιθότες ἐπʼ Αἴγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην.Verse 10Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρὸς μὲ, ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν.Verse 11Καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωὰχ, λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει;Verse 12Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαβσάκης, μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου, λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον, καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα;Verse 13Καὶ ἔστη Ῥαβσάκης, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν, ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων.Verse 14Τάδε λέγει ὁ βασιλεύς, μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οὐ δύνηται ῥύσασθαι ὑμᾶς.Verse 15Καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.Verse 16Μὴ ἀκούετε Ἐζεκίου· τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων, εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκὰς, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν,Verse 17ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.Verse 18Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, λέγων, ὁ Θεὸς ῥύσεται ὑμᾶς· μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαῦτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;Verse 19Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου;Verse 20Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;Verse 21Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.Verse 22Καὶ εἰσῆλθεν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου, οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος, πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?