Isaiah 30 — BRE
30Verse 1Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ διʼ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφʼ ἁμαρτίας,Verse 2οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπερώτησαν τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.Verse 3Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος.Verse 4Ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί.Verse 5Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. Ἡ ὍΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ἘΝ ΤΗ ἘΡΗΜΩ.Verse 6Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.Verse 7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.Verse 8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καιρῷ, καὶ ἕως εἰς τὸν αἰῶνα.Verse 9Ὅτι ὁ λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ·Verse 10Οἱ λέγοντες τοῖς προφήταις, μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,Verse 11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφʼ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφʼ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.Verse 12Διατοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ, ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,Verse 13διατοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη, ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα·Verse 14Καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.Verse 15Οὕτω λέγει Κύριος, Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ, ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη· καὶ οὐκ ἠβούλεσθε ἀκούειν,Verse 16ἀλλʼ εἴπατε, ἐφʼ ἵππων φευξόμεθα· διατοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διατοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.Verse 17Χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαῖαν φέρων ἐπὶ βουνοῦ.Verse 18Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς, καὶ διατοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· μακάριοι οἱ ἐμμένοντες ἐπʼ αὐτῷ.Verse 19Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν, ἐλέησόν με· ἐλεήσει σε, τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου.Verse 20Καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως, καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,Verse 21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες, αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ εἴτε ἀριστερά.Verse 22Καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσῃς, καὶ λικμήσῃς ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.Verse 23Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον.Verse 24Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν, φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ.Verse 25Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι.Verse 26Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρα, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.Verse 27Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου, καιόμενος θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.Verse 28Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σὺρον, ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται, τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις, καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.Verse 29Μὴ διαπαντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς, ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ;Verse 30Καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ, δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς, καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ.Verse 31Διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς.Verse 32Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ᾗ αὐτὸς ἐπεποίθει, αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.Verse 33Σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καί σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθείαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλὰ, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.