Isaiah 3 — BRE
3Verse 1Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ, καὶ ἀπὸ τῆς Ἰουδαίας, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,Verse 2γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον,Verse 3καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν.Verse 4Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν.Verse 5Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.Verse 6Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων, ἱμάτιον ἔχεις, ἀρχηγὸς γενοῦ ἡμῶν, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.Verse 7Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ, οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.Verse 8Ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν,Verse 9καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν, καθʼ ἑαυτῶνVerse 10εἰπόντες, δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.Verse 11Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.Verse 12Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.Verse 13Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ.Verse 14Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν;Verse 15Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;Verse 16Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι·Verse 17Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών· καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶνVerse 18ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, τὰ ἐμπλόκια, καὶ τοὺς κοσύμβους, καὶ τοὺς μηνίσκους,Verse 19καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,Verse 20καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ ἐμπλόκιον, καὶ τοὺς δακτυλίους, καὶ τὰ περιδέξια, καὶ τὰ ἐνώτια,Verse 21καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα,Verse 22καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ Λακωνικά,Verse 23καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.Verse 24Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ· καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σοῦ· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον.Verse 25Καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται· καὶ οἱ ἰσχύοντες ὑμῶν, μαχαίρᾳ πεσοῦνται, καὶ ταπεινωθήσονται·Verse 26Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν· καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.