Isaiah 21 — BRE
21Verse 1Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸνVerse 2τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.Verse 3Διατοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.Verse 4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.Verse 5Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεοὺς,Verse 6ὅτι οὕτως εἶπε πρὸς μὲ Κύριος, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον.Verse 7Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτη ὄνου, καὶ ἀναβάτην καμήλου· ἀκρόασαι ἀκρόασιν πολλήν,Verse 8καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· Κύριος εἶπεν, ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,Verse 9καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος· καὶ ἀποκριθεὶς εἶπε, πέπτωκε πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.Verse 10Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἸΔΟΥΜΑΙΑΣ.Verse 11Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεὶρ, φυλάσσετε ἐπάλξεις.Verse 12Φυλάσσω τοπρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρʼ ἐμοὶ οἴκει,Verse 13ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν.Verse 14Εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιVerse 15διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.Verse 16Διότι οὕτως εἶπέ μοι Κύριος, ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ,Verse 17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησε. ΤΟ ῬΗΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.