Tools
Commentary

Hosea 7 — BRE

See Hebrew/Greek in BSB →

7Verse 1Ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραὴλ, καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ, καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,Verse 2ὅπως συνᾴδωσιν ὡς ᾄοντες τῇ καρδίᾳ αὐτῶν· πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.Verse 3Ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας.Verse 4Πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως στέατος, ἕως τοῦ ζυμωθῆναι αὐτό.Verse 5Ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν.Verse 6Διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα· ὕπνου Ἐφραὶμ ἐνεπλήσθη, πρωῒ ἐνεγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος.Verse 7Πάντες ἐθερμάνθησαν ὡς κλίβανος, καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρὸς μέ.Verse 8Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας, οὐ μεταστρεφόμενος.Verse 9Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.Verse 10Καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.Verse 11Καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν·Verse 12Καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.Verse 13Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ.Verse 14Καὶ οὐκ ἐβόησαν πρὸς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλʼ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.Verse 15Ἐπαιδεύθησαν ἐν ἐμοὶ, κᾀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά.Verse 16Ἀπεστράφησαν εἰς οὐδὲν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διʼ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?