Genesis 35 — BRE
35Verse 1Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακὼβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.Verse 2Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετʼ αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθʼ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν.Verse 3Καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετʼ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.Verse 4Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν· καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις· καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.Verse 5Καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σηκίμων· καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.Verse 6Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζὰ ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, αὐτὸς, καὶ πᾶς ὁ λαὸς, ὃς ἦν μετʼ αὐτοῦ.Verse 7Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς, ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.Verse 8Ἀπέθανε δὲ Δεβόῤῥα, ἡ τρόφος Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους.Verse 9Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας· καὶ εὐλόγησεν αὐτὸν ὁ Θεὸς.Verse 10Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.Verse 11Εἶπε δὲ αὐτῷ ὁ Θεὸς, ἐγὼ ὁ Θεός σου· αὐξάνου, καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.Verse 12Καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται· καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τῆν γῆν ταύτην.Verse 13Ἀνέβη δὲ ὁ Θεὸς ἀπʼ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετʼ αὐτοῦ.Verse 14Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετʼ αὐτοῦ ὁ Θεὸς, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπʼ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἐπʼ αὐτὴν ἔλαιον.Verse 15Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετʼ αὐτοῦ ἐκεῖ ὁ Θεὸς, Βαιθήλ.Verse 16Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ· ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.Verse 17Ἐγένετο δὲ ἐν τῷ σκληρὼς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, θάρσει, καὶ γὰρ οὗτός σοι ἐστὶν υἱός.Verse 18Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Βενιαμίν.Verse 19Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ.Verse 20Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ῥαχὴλ ἕως τῆς ἡμέρας ταύτης.Verse 22Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐκοιμήθη μετὰ Βαλλὰς, τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ, δώδεκα.Verse 23Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.Verse 24Υἱοὶ δὲ Ῥαχὴλ, Ἰωσὴφ, καὶ Βενιαμίν.Verse 25Υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχὴλ, Δαν, καὶ Νεφθαλείμ.Verse 26Υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας, Γὰδ, καὶ Ἀσήρ· οὗτοι υἱοὶ Ἰακὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.Verse 27Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶ Χεβρὼν ἐν γῇ Χαναὰν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.Verse 28Ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαὰκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα.Verse 29Καὶ ἐκλείπων Ἰσαὰκ ἀπέθανε, καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.