Genesis 32 — BRE See Hebrew/Greek in BSB → 32Verse 1Ἀναστὰς δὲ Λάβαν τὸ πρωῒ, κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς· καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.Verse 2Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ· καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν· καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ.Verse 3Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτοὺς, παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.Verse 4Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδώμ.Verse 5Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν.Verse 6Καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες, καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.Verse 7Καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαυ· καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μεθʼ αὐτοῦ.Verse 8Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο· καὶ διεῖλε τὸν λαὸν τὸν μεθʼ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰς καμήλους, καὶ τὰ πρόβατα, εἰς δύο παρεμβολάς.Verse 9Καὶ εἶπεν Ἰακὼβ, ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.Verse 10Εἶπε δὲ Ἰακὼβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω·Verse 11Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.Verse 12Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς Ἡσαῦ· ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις.Verse 13Σὺ δὲ εἶπας, εὐ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.Verse 14Καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην· καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα· καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ,Verse 15αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,Verse 16καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι, καὶ πώλους δέκα.Verse 17Καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας· εἶπε δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.Verse 18Καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων, ἐάν σοι συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου, καὶ ἐρωτᾷ σε, λέγων, τίνος εἶ; καὶ ποῦ πορεύῃ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;Verse 19Ἐρεῖς, τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου Ἡσαῦ· καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.Verse 20Καὶ ἐνετείλατο τῷ πρώτῳ, καὶ τῷ δευτέρῳ, καὶ τῷ τρίτῳ, καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτόν·Verse 21Καὶ ἐρεῖτε, ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν· εἶπε γὰρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.Verse 22Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ· αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.Verse 23Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ.Verse 24Καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ.Verse 25Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετʼ αὐτοῦ ἕως πρωΐ.Verse 26Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ.Verse 27Καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.Verse 28Εἶπε δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν, Ἰακώβ.Verse 29Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.Verse 30Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν, ἱνατί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ.Verse 31Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρὸσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.Verse 32Ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ.Verse 33Ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν. Chapter 31 Chapter 33
Genesis 32 — BRE
See Hebrew/Greek in BSB →