Genesis 10 — BRE
10Verse 1Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.Verse 2Υἱοὶ Ἰάφεθ, Γαμὲρ, καὶ Μαγὼγ, καὶ Μαδοὶ, καὶ Ἰωύαν, καὶ Ἐλισὰ, καὶ Θοβὲλ, καὶ Μοσὸχ, καὶ Θείρας.Verse 3Καὶ υἱοὶ Γαμὲρ, Ἀσχανὰζ, καὶ Ῥιφὰθ, καὶ Θοργαμά.Verse 4Καὶ υἱοὶ Ἰωύαν, Ἐλισὰ, καὶ Θάρσεις, Κήτιοι, Ῥόδὶοι.Verse 5Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Verse 6Υἱοὶ δὲ Χὰμ, Χοὺς, καὶ Μεσραῒν, Φοὺδ, καὶ Χαναάν.Verse 7Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν.Verse 8Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς.Verse 9Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.Verse 10Καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰδ, καὶ Χαλάννη, ἐν τῇ γῇ Σεναάρ.Verse 11Ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησε τὴν Νινευῒ, καὶ τὴν Ῥοωβὼθ πόλιν, καὶ τὴν Χαλὰχ,Verse 12καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευῒ, καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.Verse 13Καὶ Μεσραῒν ἐγέννησε τοὺς Λουδιεὶμ, καὶ τοὺς Νεφθαλεὶμ, καὶ τοὺς Ἐνεμετιεὶμ, καὶ τοὺς Λαβιεὶμ,Verse 14καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασμωνιεὶμ, ὅθεν ἐξῆλθε Φυλιστιεὶμ, καὶ τοὺς Γαφθοριείμ.Verse 15Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ, καὶ τὸν Χετταῖον,Verse 16καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Γεργεσαῖον,Verse 17καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἀρουκαῖον, καὶ τὸν Ἀσενναῖον,Verse 18καὶ τον Ἀράδιον, καὶ τὸν Σαμαραῖον, καὶ τὸν Ἀμαθί. Καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.Verse 19Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά.Verse 20Οὗτοι υἱοὶ Χὰμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Verse 21Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.Verse 22Υἱοὶ Σὴμ, Ἐλὰμ, καὶ Ἀσσοὺρ, καὶ Ἀρφαξὰδ, καὶ Λοὺδ, καὶ Ἀρὰμ, καὶ Καϊνᾶν.Verse 23Καὶ υἱοὶ Ἀρὰμ, Οὒζ, καὶ Οὒλ, καὶ Γατὲρ, καὶ Μοσόχ.Verse 24Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά· Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ.Verse 25Καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ, Φαλὲγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.Verse 26Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ, καὶ Σαλὲθ, καὶ τὸν Σαρμὼθ, καὶ Ἰαρὰχ,Verse 27καὶ Ὁδοῤῥὰ, καὶ Αἰβὴλ, καὶ Δεκλὰ, καὶ Εὐὰλ,Verse 28καὶ Ἀβιμαὲλ, καὶ Σαβὰ,Verse 29καὶ Οὐφεὶρ, καὶ Εὑεϊλὰ, καὶ Ἰωβάβ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν.Verse 30Καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν, ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρὰ ὄρος ἀνατολῶν.Verse 31Οὗτοι υἱοὶ Σὴμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Verse 32Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.