Ezekiel 8 — BRE
8Verse 1Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.Verse 2Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου.Verse 3Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου, καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς βλεπούσης εἰς Βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου·Verse 4Καὶ ἰδοὺ ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν ὅρασιν ἣν ἴδον ἐν τῷ πεδίῳ.Verse 5Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς Βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς Βοῤῥᾶν, καὶ ἰδοὺ ἀπὸ Βοῤῥᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς,Verse 6Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν· ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας.Verse 7Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς.Verse 8Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα.Verse 9Καὶ εἶπε πρὸς μὲ, εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε.Verse 10Καὶ εἰσῆλθον, καὶ ἴδον, καὶ ἰδοὺ μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπʼ αὐτοὺς κύκλῳ.Verse 11Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.Verse 12Καὶ εἶπε πρὸς μὲ, ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν, διότι εἶπαν, οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν.Verse 13Καὶ εἶπε πρὸς μὲ, ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσι.Verse 14Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς Βοῤῥᾶν· καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ.Verse 15Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου ἑώρακας, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων.Verse 16Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ.Verse 17Καὶ εἶπε πρὸς μὲ, ἑώρακας υἱὲ ἀνθρώπου· μη μικρα τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας· καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.Verse 18Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω.