Tools
Commentary

Ezekiel 44 — BRE

See Hebrew/Greek in BSB →

44Verse 1Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη.Verse 2Καὶ εἶπε Κύριος πρὸς μὲ, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ διʼ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.Verse 3Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου· κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται.Verse 4Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ ἴδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.Verse 5Καὶ εἶπε Κύριος πρὸς μὲ, υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσί σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα τοῦ οἴκου Κυρίου, καὶ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου, κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ, ἐν πᾶσι τοῖς ἁγίοις.Verse 6Καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος ὁ Θεὸς, ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ἰσραὴλ,Verse 7τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς, ἀπεριτμήτους καρδίᾳ· καὶ ἀπεριτμήτους σαρκὶ, τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ βεβηλοῦν αὐτὰ, ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, σάρκας, καὶ αἷμα· καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν,Verse 8καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου.Verse 9Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς, πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ, καὶ ἀπερίτμητος σαρκὶ, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν, τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραήλ·Verse 10Ἀλλʼ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπʼ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπʼ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν· καὶ λήψονται ἀδικίαν αὐτῶν,Verse 11καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες, θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου, καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ, τοῦ λειτουργεῖν αὐτοῖς.Verse 12Ἀνθʼ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν· καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας· ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ Θεὸς,Verse 13καὶ οὐκ ἐγγιοῦσι πρὸς μὲ τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου· καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν.Verse 14Κατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ, καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν.Verse 15Οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδοὺκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου, ἐν τῷ πλανᾶσθαι οἶκον Ἰσραὴλ ἀπʼ ἐμοῦ, οὗτοι προσάξουσι πρὸς μὲ, τοῦ λειτουργεῖν μοι, καὶ στήσονται πρὸ προσώπου μου, τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.Verse 16Οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου, τοῦ λειτουργεῖν μοι, καὶ φυλάξουσι τὰς φυλακάς μου.Verse 17Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας, στολὰς λινὰς ἐνδύσονται, καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς.Verse 18Καὶ κιδάρεις λινὰς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν, καὶ περισκελῆ λινὰ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ οὐ περιζώσονται βίᾳ.Verse 19Καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν, ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς· καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων, καὶ ἐνδύσονται στολὰς ἑτέρας, καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.Verse 20Καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται, καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντε καλύψουσιν τὰς κεφαλὰς αὐτῶν.Verse 21Καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν.Verse 22Καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλʼ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ἰσραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται.Verse 23Καὶ τὸν λαόν μου διδάξουσιν ἀναμέσον ἁγίου καὶ βεβήλου, καὶ ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς.Verse 24Καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι, καὶ τὰ κρίματά μου κρινοῦσι, καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται, καὶ τὰ σάββατά μου ἁγιάσουσι.Verse 25Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλʼ ἢ ἐπὶ πατρὶ, καὶ ἐπὶ μητρὶ, καὶ ἐπὶ υἱῷ, καὶ ἐπὶ θυγατρὶ, καὶ ἐπὶ ἀδελφῷ, καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρὶ, μιανθήσεται.Verse 26Καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν, ἑπτὰ ἡμέρας ἐξαριθμήσῃ αὐτῷ.Verse 27Καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμὸν, λέγει Κύριος ὁ Θεός·Verse 28Καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν.Verse 29Καὶ τὰς θυσίας, καὶ τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὰ ὑπὲρ ἀγνοίας, οὗτοι φάγονται· καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ἰσραὴλ αὐτοῖς ἔσται,Verse 30ἀπαρχαὶ πάντων, καὶ τὰ πρωτότοκα πάντων, καὶ τὰ ἀφαιρέματα πάντα· ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν, τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ, τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν.Verse 31Καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν, καὶ ἐκ τῶν κτηνῶν, οὐ φάγονται οἱ ἱερεῖς.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?