Tools
Commentary

Ezekiel 41 — BRE

See Hebrew/Greek in BSB →

41Verse 1Καὶ εἰσήγαγέ με εἰς τὸν ναὸν, ᾧ διεμέτρησε τὸ αἰλὰμ πηχῶν ἓξ τὸ πλάτος ἔνθεν,Verse 2καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν, καὶ πηχῶν πέντε ἔνθεν· καὶ διεμέτρησε τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι.Verse 3Καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ διεμέτρησε τὸ αἲλ τοῦ θυρώματος πηχῶν δύο, καὶ τὸ θύρωμα πηχῶν ἓξ, καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν, καὶ πηχῶν ἑπτὰ ἔνθεν.Verse 4Καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα, καὶ τὸ εὖρος πηχῶν εἴκοσι, κατὰ πρόσωπον τοῦ ναοῦ· καὶ εἶπε, τοῦτο τὸ ἅγιον τῶν ἁγίων.Verse 5Καὶ διεμέτρησε τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ, καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν,Verse 6καὶ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα τρὶς δίς· καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ, τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾷν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου.Verse 7Καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου, πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν, καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα, καὶ ἐκ τῶν γεισῶν ἐπὶ τὰ τριώροφα,Verse 8Καὶ τὸ θραὲλ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἶσον τῷ καλάμῳ πηχῶν ἕξ· διαστήματαVerse 9καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε, καὶ τὰ ἀπόλοιπα τὰ ἀναμέσον τῶν πλευρῶν τοῦ οἴκου,Verse 10καὶ ἀναμέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιφερὲς τῷ οἴκῳ κύκλῳ.Verse 11Καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς Βοῤῥᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς Νότον· καὶ τὸ εὖρος τοῦ φωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόθεν.Verse 12Καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου, ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα πλάτος, τοῦ τοίχου τοῦ διορίζοντος πηχῶν πέντε εὖρος κυκλόθεν, καὶ μῆκος αὐτοῦ πηχῶν ἐννενήκοντα.Verse 13Καὶ διεμέτρησε κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατὸν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα, καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν.Verse 14Καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου, καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν.Verse 15Καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου, καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος· καὶ ὁ ναὸς, καὶ αἱ γωνίαι, καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον, πεφατνωμένα.Verse 16Καὶ αἱ θυρίδες δικτυωταὶ, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν, ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ, καὶ τὸ ἔδαφος, καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων· καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν.Verse 17Καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας, καὶ ἐφʼ ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν,Verse 18γεγλυμμένα χερουβὶμ, καὶ φοίνικες ἀναμέσον χεροὺβ καὶ ἀναμέσον χερούβ· δύο πρόσωπα τῷ χερούβ·Verse 19Πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν, καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὁ οἶκος κυκλόθεν·Verse 20Ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος, τὰ χερουβὶμ καὶ οἱ φοίνικες διαγεγλυμμένοι.Verse 21Καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα, κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψιςVerse 22θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρὸς μὲ, αὕτη ἡ τράπεζα, ἡ πρὸ προσώπου Κυρίου.Verse 23Καὶ δύο θυρώματα τῷ ναῷ, καὶ δύο θυρώματα τῷ ἁγίῳ,Verse 24τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς· δύο θυρώματα τῷ ἑνὶ, καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ.Verse 25Καὶ γλυφὴ ἐπʼ αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ χερουβίμ· καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλὰμ ἔξωθεν,Verse 26Καὶ θυρίδες κρυπταί· καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν, εἰς τὰ ὀροφώματα τοῦ αἰλὰμ, καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?