Ezekiel 34 — BRE
34Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραὴλ, προφήτευσον, καὶ εἰπὸν τοῖς ποιμέσι, Τάδε λέγει Κύριος Κύριος, ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;Verse 3Ἰδοὺ τὸ γάλα κατέσθετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε.Verse 4Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἀπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ.Verse 5Καὶ διεσπάρη τὰ πρόβατά μου, διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.Verse 6Καὶ διεσπάρη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν, καὶ ἐπὶ προσώπου τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων.Verse 7Διατοῦτο ποιμένες ἀκούσατε λόγον Κυρίου.Verse 8Ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν·Verse 9Ἀντὶ τούτου ποιμένες,Verse 10τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.Verse 11Διότι τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά.Verse 12Ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅτʼ ἄν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου.Verse 13Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς,Verse 14ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς, ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ἰσραήλ· καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ, καὶ κοιμηθήσονται, καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ.Verse 15Ἐγὼ βοσκήσω τὰ πρόβατά μου, καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· τάδε λέγει Κύριος Κύριος.Verse 16Τὸ ἀπολωλὸς ζητήσω, καὶ τὸ πλανώμενον ἀποστρέψω, καὶ τὸ συντετριμμένον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.Verse 17Καὶ ὑμεῖς πρόβατα, τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων.Verse 18Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;Verse 19Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.Verse 20Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς·Verse 21Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε.Verse 22Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν.Verse 23Καὶ ἀναστήσω ἐπʼ αὐτοὺς ποιμένα ἕνα, καὶ ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν,Verse 24καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα.Verse 25Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.Verse 26Καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.Verse 27Καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτοὺς,Verse 28καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.Verse 29Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι.Verse 30Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου. Οἶκος Ἰσραὴλ, λέγει Κύριος Κύριος,Verse 31πρόβατά μου καὶ πρόβατα ποιμνίου μου ἐστὲ, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος.